Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.390 Joseph. AJ 8.394 (English) >>Joseph. AJ 8.398

8.392εἶπε γάρ, ὡς θεὸς ἀφέντʼ αὐτὸν διαδρᾶναι τὴν τιμωρίαν Ἄδαδον τὸν βλασφημήσαντα εἰς αὐτὸν μετελεύσεται καὶ ποιήσει σεαυτὸν μὲν ἀποθανεῖν ὑπʼ ἐκείνου, τὸν δὲ λαὸν ὑπὸ τῆς στρατιᾶς αὐτοῦ.” παροξυνθεὶς δʼ Ἄχαβος πρὸς τὸν προφήτην τὸν μὲν ἐγκλεισθέντα φυλάττεσθαι ἐκέλευσε, συγκεχυμένος δʼ αὐτὸς ἐπὶ τοῖς Μιχαίου λόγοις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. 8.393

Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν· ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν. 8.394ἀλλʼ εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς καὶ τί καθʼ ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δʼ αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν ἄρασθαι μεγίστην. 8.395

Τρίτῳ δʼ ἔτει τῆς βασιλείας συγκαλέσας τοὺς ἡγεμόνας τῆς χώρας καὶ τοὺς ἱερεῖς ἐκέλευε τὴν γῆν περιελθόντας ἅπαντα τὸν λαὸν τὸν ἐπʼ αὐτῇ διδάξαι κατὰ πόλιν τοὺς Μωσείους νόμους καὶ φυλάσσειν τούτους καὶ σπουδάζειν περὶ τὴν θρησκείαν τοῦ θεοῦ. καὶ ἥσθη πᾶν τὸ πλῆθος οὕτως, ὡς μηδὲν ἄλλο φιλοτιμεῖσθαι μηδὲ ἀγαπᾶν ὡς τὸ τηρεῖν τὰ νόμιμα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.390 Joseph. AJ 8.394 (English) >>Joseph. AJ 8.398

Powered by PhiloLogic